Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.344 Joseph. BJ 4.350 (English) >>Joseph. BJ 4.357

4.348προσήκειν μὲν οὖν αὐτοῖς διακωλύειν ἀπʼ ἀρχῆς· ἐπειδὴ δὲ ἅπαξ εἰς κοινωνίαν ἐμφυλίου φόνου προέπεσον, ὅρον γοῦν ἐπιθεῖναι τοῖς ἁμαρτήμασι καὶ μὴ παραμένειν χορηγοῦντας ἰσχὺν τοῖς καταλύουσι τὰ πάτρια. 4.349καὶ γὰρ εἴ τινες χαλεπαίνουσι τὸ κλεισθῆναι τὰς πύλας καὶ μὴ δοθῆναι μετὰ τῶν ὅπλων αὐτοῖς ἑτοίμην τὴν εἴσοδον, ἀλλὰ τοὺς εἴρξαντας τετιμωρῆσθαι· καὶ τεθνάναι μὲν Ἄνανον, διεφθάρθαι δὲ ἐπὶ μιᾶς νυκτὸς ὀλίγου δεῖν πάντα τὸν δῆμον· 4.350ἐφʼ οἷς τῶν μὲν οἰκείων πολλοὺς αἰσθάνεσθαι μετανοοῦντας, τῶν ἐπικαλεσαμένων δὲ ὁρᾶν ἄμετρον τὴν ὠμότητα μηδὲ διʼ οὓς ἐσώθησαν αἰδουμένων· 4.351ἐν ὄμμασι γοῦν τῶν συμμάχων τὰ αἴσχιστα τολμᾶν, καὶ τὰς ἐκείνων παρανομίας Ἰδουμαίοις προσάπτεσθαι, μέχρις ἂν μήτε κωλύῃ τις μήτε χωρίζηται τῶν δρωμένων. 4.352δεῖν οὖν, ἐπειδὴ διαβολὴ μὲν πέφηνε τὰ τῆς προδοσίας, ἔφοδος δὲ Ῥωμαίων οὐδεμία προσδοκᾶται, δυναστεία δʼ ἐπιτετείχισται τῇ πόλει δυσκατάλυτος, αὐτοὺς ἀναχωρεῖν ἐπʼ οἴκου καὶ τῷ μὴ κοινωνεῖν τοῖς φαύλοις ἁπάντων ἀπολογήσασθαι πέρι, ὧν φενακισθέντες μετάσχοιεν. 4.353

Τούτοις πεισθέντες οἱ Ἰδουμαῖοι πρῶτον μὲν λύουσι τοὺς ἐν τοῖς δεσμωτηρίοις περὶ δισχιλίους δημότας, οἳ παραχρῆμα φυγόντες ἐκ τῆς πόλεως ἀφικνοῦνται πρὸς Σίμωνα, περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν· ἔπειτα ἐκ τῶν Ἱεροσολύμων ἀνεχώρησαν ἐπʼ οἴκου.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.344 Joseph. BJ 4.350 (English) >>Joseph. BJ 4.357

Powered by PhiloLogic